Ancient Corinth Quotes

A curated collection of the best quotes about Ancient Corinth.

3 Quotes (Showing 1-20 of 3)

Top Quotes

“Wikipedia: Ancient Corinth

#Ancient Corinth

“Τὸν μέγαν Ἀκροκόρινθον Ἀχαιικὸν, Ἑλλάδος ἄστρον,
καὶ διπλῆν Ἰσθμοῦ σύνδρομον ἠιόνα
Λεύκιος ἐστυφέλιξε: δοριπτοίητα δὲ νεκρῶν
ὀστέα σωρευθεὶς εἷς ἐπέχει σκόπελος.
τοὺς δὲ δόμον Πριάμοιο πυρὶ πρήσαντας Ἀχαιοὺς
ἀκλαύστους κτερέων νόσφισαν Αἰνεάδαι.
Polystratus, Anthological Graeca, VII, 297”

#Ancient Corinth

“Ποῦ τὸ περίβλεπτον κάλλος σέο, Δωρὶ Κόρινθε;
ποῦ στεφάναι πύργων, ποῦ τὰ πάλαι κτέανα,
ποῦ νηοὶ μακάρων, ποῦ δώματα, ποῦ δὲ δάμαρτες
Σισύφιαι, λαῶν θ᾽ αἱ ποτε μυριάδες;
οὐδὲ γὰρ οὐδ᾽ ἴχνος, πολυκάμμορε, σεῖο λέλειπται,
πάντα δὲ συμμάρψας ἐξέφαγεν πόλεμος.
μοῦναι ἀπόρθητοι Νηρηίδες, Ὠκεανοῖο
κοῦραι, σῶν ἀχέων μίμνομεν ἁλκυόνες.

• Antipater of Sidon, Anthologia Graeca, IX, 151”

#Ancient Corinth